(Dernière m-à-j : Page : 14 octobre 2018 ; Texte : 24 octobre 2018)  
Lieux critiques   Index verborum  Perseus
Conventions


  Page :
  Ha. :  Bo. :

  Page :    

  Lemme :

Skip Navigation Links.
Collapse CommentaireCommentaire
Collapse ΑΑ
Expand αα
Expand ΒΒ
Expand ΓΓ
Expand ΔΔ

















Α.1

1.3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
2.1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
3.1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
4.1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
5.1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
6.1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
7.1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
8.1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18

 [980a21] Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει.
Ἐπειδὴ ἡ γνῶσις τελειότης ἐστὶ τῆς ψυχῆς, καθόλου μὲν τῆς ἁπλῶς
γιγνωσκούσης, μᾶλλον δὲ τῆς λογικῆς, καὶ ταύτης ἔτι μᾶλλον ἧς θεωρία
τὸ τέλος, πᾶσα δὲ τελειότης ἑκάστου τὸ ἑκάστου ἀγαθόν ἐστιν, ἐν δὲ τῷ
ἀγαθῷ ἕκαστον ἔχει τὸ εἶναί τε καὶ σώζεσθαι, διὰ τοῦτο καθόλου ἐπήγαγεν
ὅτι πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει, τουτέστιν αὐτοφυῶς
ἐρῶσι τῆς γνώσεως ὡς ταύτης τελειότητος οὔσης αὐτῶν. σημεῖον δὲ τούτου
παρέθετο ἐναργέστατον τὴν πρὸς τὰς αἰσθήσεις φιλίαν· χαίρομεν γὰρ
ταῖς αἰσθήσεσιν, ἐπειδὴ δι’ αὐτῶν τὴν τῶν αἰσθητῶν πραγμάτων λαμβάνομεν
γνῶσιν. ἀλλὰ καὶ χωρὶς τούτου αὐτὰς δι’ ἑαυτὰς ἀγαπῶμεν τὰς
αἰσθήσεις, καὶ μάλιστα πλέον τῶν ἄλλων τὴν ὁρατικὴν αἴσθησιν· καὶ γὰρ
χωρὶς τοῦ πράττειν καὶ ἐνεργεῖν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς
εἰπεῖν τῶν ἄλλων.
αὕτη οὖν ἡ ὁρατικὴ μάλιστα τῶν ἄλλων αἰσθήσεων
ποιεῖ ἡμᾶς γνωρίζειν οὐ μόνον ἀλλήλους ἀλλὰ καὶ τὰ θεῖα καὶ οὐράνια
σώματα. καὶ γάρ, ὥς φησι Πλάτων , διὰ ταύτης τῆς αἰσθήσεως τὸ τῆς
φιλοσοφίας ἐπορισάμεθα γένος· ἀτενίζοντες γὰρ εἰς τὸν οὐρανὸν καὶ θεωροῦντες
τὴν τάξιν καὶ τὸ ἄφραστον κάλλος ἐρχόμεθα εἰς ἔννοιαν τοῦ δημιουργήσαντος.
ἀλλὰ καὶ οὐδὲ δι’ ἄλλης αἰσθήσεως οὕτω συμπάσχομεν
τοῖς πράγμασιν ὥσπερ διὰ ταύτης· διὸ καί φησιν ὅτι πολλὰς δηλοῖ διαφορὰς
αὕτη τῶν αἰσθητῶν. πολλαὶ γὰρ αἱ τῶν χρωμάτων διαφοραὶ μεταξὺ
τῶν ἄκρων λευκοῦ καὶ μέλανος τυγχάνουσιν, οἷον φαιόν, ξανθόν, πυρρόν,
ἐρυθρόν, ὠχρόν· μεταξὺ δὲ θερμοῦ καὶ ψυχροῦ ἢ ξηροῦ καὶ ὑγροῦ οὐδέν
ἐστι πλῆθος τοιούτων διαφορῶν. ἐκ τούτου δείκνυται
ὅτι τιμιωτέρα ἐστὶ
γνῶσις πράξεως. ἔτι δὲ ἐναργὲς
οὐ μόνον ἐκ τοῦ πᾶσαν μὲν πρᾶξιν ἐπ’
ἄλλο τι τέλος τὴν ἀναφορὰν ἔχειν· καὶ γὰρ αὐταὶ αἱ κατὰ τὰς ἀρετὰς
πράξεις αἱ μάλιστα δοκοῦσαι δι’ ἑαυτὰς εἶναι αἱρεταὶ τῶν πράξεων ἐπ’ ἄλλο
τι τὴν ἀναφορὰν ἔχουσαι φαίνονται· ἐν οἷς γὰρ τῶν ζῴων οὐκ ἔστι πάθη,
ὥσπερ ἐν τοῖς θεοῖς, οὐδὲ τῶν κατὰ τὰς ἀρετὰς πράξεων οὗτοι δέονται·
διὰ τὰ πάθη οὖν καὶ διὰ τὴν ἐπὶ ταῦτα ἀναφορὰν καὶ τὴν τούτων παιδαγωγίαν
τε καὶ καταστολὴν αἱρεταὶ ἡμῖν αὗταί εἰσιν , ἐπεί ἐσμεν ἐμπαθεῖς φύσει.
πᾶσα δὲ θεωρία καὶ ἐπιστήμη οὐκ ἐπ’ ἄλλο τι τὴν ἀναφορὰν ἔχουσα
φαίνεται· ἡ γοῦν γνῶσις τῶν φύσει συνεστώτων, ὥσπερ οὖν καὶ ἄλλαι
πλείους, δι’ αὑτήν ἐστιν αἱρετή. ἀλλ’ οὐ μόνον, ὡς ἔφην, ἐκ τούτου
δεικνύοιτο ἂν τοῦτο ἀλλὰ κἀκεῖθεν. καὶ γὰρ δύο τινῶν καταγινομένων
περὶ ταὐτό, τοῦ μὲν εἰδότος αὐτὸ μόνον, τοῦ δὲ ποιοῦντός τε καὶ πράττοντος,
ὁ μόνον εἰδὼς ὅπως δεῖ πράσσειν τοῦ πράσσοντος αὐτὸ καὶ ποιοῦντος
τιμιώτερος. εἰ δὲ ἁπλῶς γνῶσις πράξεως τιμιώτερον (τιμιώτεροι γὰρ
ἀρχιτέκτονες τῶν τεχνιτῶν, οἱ εἰδότες τῶν πρασσόντων τε καὶ ποιούντων),
καὶ τὸ εἰδέναι ἄρα τοῦ πράσσειν ἁπλῶς ἄμεινόν τε καὶ τιμιώτερον. εἰ δὲ
καὶ ἐν τοῖς πρακτοῖς αὐτοῖς ἡ γνῶσις τῆς πράξεως πλέον φέρεται, δῆλον
ὡς τιμιώτατον τὸ μάλιστα εἰδέναι· ὅπερ ἡ τῶν ἀρχῶν γνῶσις παρέχεται
μάλιστα, ἣ καὶ σοφία καλεῖται· τιμιωτάτη ἄρα αὕτη.
 [980a27] Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται τὰ ζῷα.
Εἰπὼν ὅτι ὁ ἄνθρωπος καὶ τὰς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ,
οὐ τῆς χρείας μόνον, διότι καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεταί
τι, ὅτι οὐ μόνον δι’ αἰσθήσεως τὸ γιγνώσκειν αὐτῷ, ἀλλ’ ἔχει τι πρὸς
γνῶσιν πλέον παρὰ τὰ ἄλλα ζῷα, τὸν λόγον, οὗ τὸ γιγνώσκειν ἴδιον, καὶ
ὅτι τελειότερον διὰ τοῦτο τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία
γνῶσις εἶναι πᾶσι δοκεῖ οὖσα τιμιωτάτη, διὰ τούτων ἡμᾶς διδάσκει, ἅμα
καὶ βεβαιῶν τὸ προειρημένον ὅτι εὐλόγως εἴρηται, τὸ τοὺς ἀνθρώπους
τὰς αἰσθήσεις καὶ τοῦ εἰδέναι χάριν ἀγαπᾶν. ἐκτίθεται δὲ καὶ τὴν τάξιν
τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων τῆς ψυχῆς, ᾗ καὶ τὰ τελειότερα
ζῷα τῶν ἀτελεστέρων διαιρεῖταί τε καὶ χωρίζεται, καὶ ὅτι πλέον τι
παρὰ τὰ ἄλλα ζῷα ὁ ἄνθρωπος τὸν λόγον ἔχων κατὰ τοῦτο τελειότερος
ἐκείνων ἐστίν. τείνει δ’ αὐτῷ ταῦτα πάντα εἰς τὸν περὶ σοφίας λόγον καὶ
τὸ δεῖξαι τίς ἐστιν ὁ σοφός. λέγει δὲ τῶν μὲν μόνην αἴσθησιν ἐχόντων
τελειότερα εἶναι τὰ πρὸς τῷ αἰσθάνεσθαι καὶ μνημονεύειν ὧν αἰσθάνονται
δυνάμενα, ἃ καὶ φρονιμώτερα καὶ μαθητικώτερα εἶναι εἶπε τῶν μὴ δυναμένων
μνημονεύειν, κοινότερον χρησάμενος τῷ φρονιμώτερα. κυρίως μὲν
οὖν ἡ φρόνησις περὶ τὰ βουλευτὰ καὶ ἐν τῷ βουλεύεσθαι, καὶ λέγεται
ἕξις βουλευτική· λέγεται δὲ καθ’ ἕτερον φρόνησις καὶ αὐτὴ ἡ λογικὴ δύναμις.
παρὰ δὲ τὰ σημαινόμενα ταῦτα λέγεται φρόνησις καὶ ἡ κατὰ τὰς
φαντασίας ἀκρίβεια καὶ διάρθρωσις, καὶ ἡ περὶ τὰ πρακτὰ φυσικὴ
εὐστροφία, ἥτις ἐν τοῖς μνημονεύειν δυναμένοις γίγνεται. ἔστι δὲ μνήμη
ἕξις φαντάσματος ὡς εἰκόνος οὗ ἐστι φαντασία· οὐ γὰρ ἱκανὸς πρὸς μνήμην
ὁ τύπος ὁ κατὰ τὴν φαντασίαν, ἀλλὰ δεῖ τὴν περὶ αὐτὸν ἐνέργειαν
καὶ περὶ εἰκόνα γίγνεσθαι, τουτέστιν ὡς ἀπ’ ἄλλου γεγονότος, ὡς ἐν τοῖς
Περὶ μνήμης δέδειχε. πῶς δὲ εἶπε φρονιμώτερα, ἐξηγήσατο προσθεὶς τὸ
μαθητικώτερα· κατὰ γὰρ τοῦτο μαθητικώτερα εἶπεν, ὅτι διὰ τὸ δύνασθαι
μνημονεύειν ἤδη τινὰ αὐτῶν καὶ φωνάς τινας μανθάνειν καὶ μιμεῖσθαι, ὡς
πολλὰ τῶν ὀρνέων· ἀλλὰ καὶ πράσσει τινά, ὡς κύνες, ἐλέφαντες, ἄλλα
τινά. δύναται τὸ μαθητικώτερα εἰρῆσθαι καὶ ἐπὶ τοῦ γνωστικώτερα· τὰ
γὰρ μεμνημένα τῶν ζῴων γνωρίζει ὧν ἡ * * * ἰδών τε γὰρ μέμνηται
καὶ δύναται τὸ οἰκεῖόν τε καὶ τὸ ἀλλότριον διαγιγνώσκειν· ἅμα διὰ τούτων
δεικνὺς ὅτι ἑκάστη τῶν ἐπὶ τῇ αἰσθήσει δυνάμεων εἰς γνώσεως περιουσίαν
τοῖς ἔχουσιν αὐτὰ ζῴοις συντελεῖ, τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως λαμβάνουσα·
μάθησις μὲν γάρ τις καὶ ἡ διὰ τῆς αἰσθήσεως ἀντίληψις, μαθητικώτερα
δὲ τὰ καὶ μὴ παρόντων ἔτι τῶν αἰσθητῶν φυλάσσειν δυνάμενα
τὴν κίνησιν τὴν ἀπ’ αὐτῶν. δοκεῖ δὲ ἀντιστρέφειν ἥ τε φαντασία καὶ ἡ
αἴσθησις· ἐν οἷς γὰρ τὸ ἕτερον τούτων, καὶ τὸ ἕτερον, ὡς ἐν τῷ τρίτῳ
Περὶ ψυχῆς εἶπεν.
 [980b25] Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις.
Πρότερον εἰπὼν φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίγνεται τὰ
ζῷα, ἐμπειρίας δὲ
μετέχειν παρὰ τὸν ἄνθρωπον τὰ ἄλλα ζῷα μικρὸν
εἶπεν, ἤτοι ὅτι μηδὲν λέγων, ἢ ὡς καὶ ἐν ἐκείνων τισὶν ἐπ’ ὀλίγον ἐγγιγνομένης
ἐμπειρίας, ἀνάλογον ὥσπερ εἶπε καὶ περὶ φρονήσεως. ὅτι δὲ
ὁ ἄνθρωπος πρὸς τῇ μνήμῃ καὶ ἐμπειρίας μετέχει, δείκνυσι διὰ τοῦ εἰπεῖν
αὐτὸν τέχνην ἔχειν καὶ λογισμόν. τὴν δὲ τέχνην ἔδειξεν ἐξ ἐμπειρίας τὴν
σύστασιν λαμβάνουσαν, τὸν δὲ περὶ τὰ πρακτὰ λόγον, περὶ ἃ καὶ ἡ φρόνησις
ἰδίως, λογισμὸν ἐκάλεσεν . ὅτι δὲ τῶν ἀνθρώπων ἴδιον ἡ ἐμπειρία,
ἐδήλωσεν εἰπὼν γίγνεται δὲ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις.
πῶς δὲ γίγνεται ἡ ἐμπειρία ἐκ τῆς μνήμης, σαφῶς λέγει. λογικὴ γάρ τις
γνῶσις ἤδη ἡ ἐμπειρία, ταύτῃ τῆς τέχνης ἐλαττουμένη, ὅτι ἡ μὲν ἐμπειρία
γνῶσίς τίς ἐστι καθολικὴ τοῦ πολλάκις μνημονευθέντος, ὅπερ ἦν τὸ καθ’
ἕκαστον
, ἡ δὲ τέχνη οὐ μόνον τούτου γνῶσίς ἐστιν, ἀλλὰ καὶ παντὸς τοῦ
τούτῳ ὁμοίου ὡς ἑνός· καὶ ἔχει ὡς ἐμπειρία πρὸς μνήμην οὖσαν ἑνός
τινος κατ’ ἀριθμὸν ἢ πράγματος ἢ λόγου, οὕτως τέχνη καὶ ἐπιστήμη πρὸς
ἐμπειρίαν. ἡ μὲν γὰρ ἐμπειρία τῶν πολλῶν τε καὶ καθ’ ἕκαστα ἤγουν
αἰσθητῶν, ὧν ἐστιν ἡ μνήμη, εἰς μίαν περίληψιν καὶ γνῶσίν ἐστι συστολή,
ἡ δὲ τέχνη τῶν πολλῶν ἐμπειριῶν συγκεφαλαίωσίς ἐστιν. ἐξ ἐμπειρίας
μὲν γὰρ τὸ εἰδέναι ὅτι τοῖς τήνδε τὴν νόσον νοσοῦσι τόδε τὸ φάρμακον
χρήσιμον, ἐκ τῆς τέχνης δὲ τὸ τοῖς τοιάνδε νόσον νοσοῦσι τοιοῖσδε συμφέρειν
χρῆσθαι· ἐξ οὗ τὰ ὅμοια τοῖς ἐκ πείρας ληφθεῖσι συνορᾷ. τέχνης
γὰρ ἡ τοῦ ὁμοίου μετάβασις, ὡς καὶ αὐτὸς σαφῶς ἔδειξε διὰ τῶν παραδειγμάτων.
τήνδε τὴν νόσον ἀντὶ τοῦ τὴν τοιάνδε νόσον· οὐ γὰρ ἐπὶ
τῶν βοηθημάτων μόνον ἀλλὰ καὶ ἐπὶ τῶν νόσων ἡ κατὰ τὸ ὅμοιον τῇ
τέχνῃ μετάβασις. οὐχ ὅτι δὲ τέχνην ἀδύνατον ἀναλαβεῖν χωρὶς ἐμπειρίας
λέγει, ἀλλ’ ὅτι τὴν ἀρχὴν ἡ τῆς τέχνης εὕρεσις δι’ ἐμπειρίας, ἐπεί, ὡς
ἐρεῖ , ἐνδέχεταί τινας τεχνίτας μὲν εἶναι μὴ ἐμπείρους δέ. ὅτι δὲ οἱ μὴ
μετ’ ἐμπειρίας τι ποιοῦντες ἀπὸ τύχης ἀκολουθοῦν τὸ τέλος ἔχουσιν, ἀλλ’
οὐκ ἐκ προνοίας καὶ τέχνης, ὡς ἔλεγε Πῶλος , δῆλον.
 [981a12] Πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν
διήνεγκε.

Διὰ τούτων ἤδη δείκνυσιν ὅτι ἡ γνῶσις τιμιώτερον τῆς πράξεως, καὶ
ὅτι ἡ κυρίως σοφία ἐν γνώσει ἐστὶν ἀλλ’ οὐκ ἐν πράξει· εἰ γὰρ ἡ τέχνη
τῆς ἐμπειρίας τιμιωτέρα , καίτοι μηδὲν πρὸς πρᾶξιν ἐλαττουμένης ἀλλὰ καὶ
πλέον
πραττούσης ἔσθ’ ὅτε, ἐλαττουμένης δὲ εἰς γνῶσιν, δῆλον καὶ ἐντεῦθεν
ὡς τὸ εἰδέναι τοῦ πράττειν τοῖς ἀνθρώποις τιμιώτερον. εἰ γὰρ τοὺς
τεχνίτας τῶν ἐμπείρων κατὰ τὸ εἰδέναι πλεονεκτοῦντας σοφωτέρους λέγομεν,
δῆλον ὡς τὴν σοφίαν ἐπιστήμην καὶ γνῶσίν τινα εἶναι συμβέβηκε. διὰ τί
δὲ οἱ ἔμπειροι τῶν χωρὶς ἐμπειρίας τεχνιτῶν πρὸς τὰς πράξεις πλέον
ἔχουσι, σαφῶς εἶπεν. ἄνθρωπον δὲ ὑγιάζει κατὰ συμβεβηκὸς ὁ Καλλίαν
ἰώμενος, ὅτι συμβέβηκε Καλλίᾳ ἀνθρώπῳ εἶναι. εἰπὼν δὲ ὅτι οἱ τεχνῖται
καὶ οἱ σοφοὶ τῶν ἐμπείρων κατὰ τὴν γνῶσιν διαφέρουσι, καὶ τοῦτο συστήσας
ἐκ τῆς κοινῆς προλήψεως (σοφοὺς γὰρ τοὺς εἰδότας καλεῖν πᾶσιν ἐν χρήσει),
τί μάλιστά ἐστιν ἴδιον τοῦ εἰδότος προστίθησιν, ὅτι γὰρ ἡ γνῶσις
τῆς αἰτίας, συνιστὰς καὶ δεικνὺς ὅτι μάλιστα τῆς σοφίας ἐστὶν ἴδιον τὸ
τὰς αἰτίας γιγνώσκειν, περὶ ἧς ἡ προκειμένη πραγματεία, καὶ μάλιστα
σοφία ἡ τῶν πρώτων γνῶσις αἰτίων. σαφῶς δὲ ἐπὶ τῶν ἀρχιτεκτόνων
ἔδειξεν ὅτι τὴν σοφίαν οὐκ ἐπὶ πρᾶξιν ἀλλ’ ἐπὶ γνῶσιν τὴν ἀναφορὰν
ἔχειν συμβέβηκε, καὶ ὅτι τιμιώτερον ἡ γνῶσις τῆς πράξεως· ἀλλὰ καὶ ὅτι
τῆς ἐμπειρίας ἡ τέχνη τῇ γνώσει τε καὶ ἐπιστήμῃ τῆς αἰτίας διαφέρει,
ἀπὸ τοῦ τοὺς μὲν δύνασθαι διδάσκειν, τοὺς δὲ ἐμπείρους οὔ, τοῦ δὲ ἐπιστήμονος
ἴδιον εἶναι τὸ διδάσκειν. ὅτι δὲ καὶ ἡ τῆς αἰτίας γνῶσις ἐπιστήμη
τέ ἐστι καὶ σοφία, καὶ ἀπὸ τῶν αἰσθήσεων ἐναργῶς παρέστησεν,
ἃς καίτοι τῶν καθ’ ἕκαστα γνωστικωτέρας οὔσας οὐ λέγομεν σοφίας, ὅτι
μὴ τῶν αἰτίων εἰσὶ γνωστικαί.
 [981b13] Τὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην
παρὰ τὰς κοινὰς αἰσθήσεις.

Καὶ ταῦτα κατασκευαστικὰ μέν ἐστι καὶ αὐτὰ καὶ δεικτικὰ τοῦ ὅτι
θαυμαστόν τε καὶ τίμιον ἡ γνῶσις, εἴ γε ἀεὶ τοὺς προσεξευρίσκοντάς τι
παρὰ τὸ χρήσιμον ἐθαύμαζον οἱ ἄνθρωποι ὡς σοφοὺς καὶ διαφέροντας
τῶν ἄλλων· ἅμα δὲ διὰ τούτων δείκνυσι τὴν ἐπὶ τὴν σοφίαν καὶ τὴν τελειοτάτην
γνῶσιν ὁδόν, καὶ πῶς παρῆλθεν εἰς ἀνθρώπους ἡ σοφία καὶ ἡ
τῶν τιμιωτάτων ζήτησίς τε καὶ θεωρία, ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ
χρειωδῶν εὕρεσιν περιττότερόν τι καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων
τῶν ἀνθρώπων. τὰς δὲ τῶν ἡδέων ποριστικὰς τέχνας καὶ αὐτὰς ταῖς
χρειώδεσιν ἐγκατατάττει · ὡς γὰρ δεόμενοι καὶ χρείαν ἔχοντες ἡδονῶν τε
καὶ ἀναπαύσεως τὰ ποιητικὰ αὐτῶν ἐζήτουν. ἔστι δὲ καὶ τῶν τοιούτων
τεχνῶν πρᾶξίς τις τὸ τέλος· αἱ γὰρ ἀπὸ θεωρίας ἡδοναὶ οὐ τέλος τὴν
ἡδονὴν ποιοῦνται, ἀλλ’ ἔχουσιν αὐτὴν παρεπομένην. ὅτι δὲ καὶ αἱ μαθηματικαὶ
ἐπιστῆμαι ἐξ ἐμπειρίας ἤρξαντο, ἐνεδείξατο διὰ τῶν ἱερέων τῶν
ἐν Αἰγύπτῳ , οἳ τῷ σχολάζειν διὰ τῶν τηρήσεων τῶν κατ’ οὐρανὸν γιγνομένων
ἐμπειρίαν πρῶτον ἔσχον, εἶτα τέχνην συνεστήσαντο. οὕτως δὲ καὶ
ἡ γεωμετρία κατὰ τὴν ἀρχὴν εὑρέθη ἀπὸ τῆς γεωδαισίας. ὥσπερ δὲ ἡ
εὕρεσις τῶν τοιούτων ὑπὸ τῶν σχολαζόντων, οὕτω καὶ ἡ περὶ αὐτὰ ἐνέργεια
σχολῆς δεῖται.
 [981b25] Εἴρηται μὲν οὖν ἐν τοῖς Ἠθικοῖς τίς διαφορὰ τέχνης
καὶ ἐπιστήμης.

Τῷ τῆς τέχνης ὀνόματι χρησάμενος καὶ κατὰ τῆς ἐπιστήμης, περὶ
τῆς διαφορᾶς αὐτῶν ἀνέπεμψεν ἡμᾶς εἰς τὰ Ἠθικά· ἐν γὰρ τῷ Ζ τῶν
Νικομαχείων ἡ τούτων διαίρεσις αὐτῷ παραδέδοται, ἐν οἷς λέγει πέντε
εἶναι οἷς ἀληθεύει ἡ ψυχὴ τὴν ἐν λόγῳ καὶ συνέσει ἀλήθειαν, ἐπεὶ καὶ
τὸ αἰσθάνεσθαι ἀληθεύειν λέγεται, τέχνην φρόνησιν ἐπιστήμην σοφίαν νοῦν .
καὶ τέχνην μέν φησιν εἶναι ἕξιν μετ’ ἀληθοῦς λόγου ποιητικήν, ἐπιστήμην
δὲ ἕξιν ἀποδεικτικήν, ἀποδεικτικὴν δὲ τὴν ἐκ προτέρων καὶ ἀμέσων καὶ
γνωριμωτέρων τοῦ συμπεράσματος συλλογιστικήν, ἢ ὑπόληψιν περὶ τῶν
καθόλου καὶ ἐξ ἀνάγκης ὄντων, ἢ γνῶσιν τῆς αἰτίας δι’ ἣν τὸ πρᾶγμα
ἔστιν, ὅτι ἐκείνου ἔστι, καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὸ ἄλλως ἔχειν· φρόνησιν
δὲ ἕξιν μετ’ ἀληθοῦς λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ ἢ καὶ
κακά, περὶ ὧν ἐστι καὶ τὸ βουλεύεσθαι, ἢ ἀρετὴν τοῦ δοξαστικοῦ μέρους
τῆς ψυχῆς· νοῦν δὲ δύναμιν ψυχῆς ᾗ τὰς τῶν ἀποδεικτῶν ἀρχὰς τὰς
ἀναποδείκτους γνωρίζομεν· σοφίαν δὲ νοῦν καὶ ἐπιστήμην τῶν τιμιωτάτων
τῇ φύσει. ἀναπέμψας δὲ εἰς ἐκεῖνα περὶ τῆς διαφορᾶς ἡμᾶς τῆς τέχνης
καὶ τῆς ἐπιστήμης (ἡ μὲν γὰρ αὐτῶν ἐν ποιήσει τε καὶ πράξει, ἡ δ’ ἐπιστήμη
ἐν γνώσει), οὗ χάριν τούτων μνημονεύει, τούτου ἔχεται· τοῦ γὰρ
λαβεῖν τε καὶ δεῖξαι ὅτι τὴν κυριώτατά τε καὶ μάλιστα ἐπιστήμην, ἣν καὶ
ἁπλῶς σοφίαν καλοῦμεν, περὶ τὰ πρῶτα αἴτια καὶ τὰς πρώτας ἀρχὰς
πάντες ὑπολαμβάνουσιν εἶναι. τούτου χάριν τῆς ἐμπειρίας τὴν τέχνην
ἔδειξε τῇ τῆς αἰτίας γνώσει διαφέρουσαν, καὶ ὅτι τιμιώτεραι αἱ περὶ τὴν
τῆς αἰτίας τῶν ὑπ’ αὐτῶν μεταχειριζομένων γνῶσιν καταγιγνόμεναι .
 [981b27] Ὧν οὖν ἕνεκα ποιούμεθα τὸν λόγον.
Αὐτὸς διὰ τούτων σαφῶς τήν τε πρόθεσιν τῶν λεγομένων καὶ ὧν
χάριν εἴρηται τὰ εἰρημένα λέγει· ὑπὲρ γὰρ τοῦ δεῖξαι ὅτι πᾶσι δοκεῖ τὰς
θεωρητικὰς τέχνας τῶν πρακτικῶν τιμιωτέρας εἶναι καὶ τὴν σοφίαν τῶν
πρώτων ἀρχῶν εἶναι γνωστικήν· ὃ ἐδείξαμεν δείξαντες αὐτοὺς ἀεὶ μᾶλλον
τὸ τῆς σοφίας κατηγοροῦντας ὄνομα κατὰ τῶν εἰδότων μᾶλλον. σοφωτέρα
γὰρ τῆς μὲν αἰσθήσεως ἡ ἐμπειρία διὰ τὸ ἤδη λογική τις εἶναι γνῶσις
(λογικὴ γὰρ ἡ τοῦ καθόλου περίληψις), ἡ δὲ τέχνη τῆς ἐμπειρίας, ὅτι
αὕτη ἤδη καὶ τῆς αἰτίας ἐστὶ γνωστική. ἡ γὰρ τοῦ ὁμοίου θεωρία κατὰ
τὴν τῆς αἰτίας γνῶσιν γίγνεται. χειροτέχνου τε γὰρ ὁ ἀρχιτέκτων,
ἀντὶ τοῦ ‘τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων’. αἱ δὲ θεωρητικαὶ
τῶν ποιητικῶν,
ὅτι οὐ πρὸς χρῆσιν ἀλλὰ πρὸς διαγωγὴν αὗται
καὶ αὐτῆς χάριν τῆς γνώσεως.